Folk Tale
Λέων καὶ βάτραχος.
Title | Λέων καὶ βάτραχος. |
---|---|
Language code | grc |
Λέων ἀκούσας βατράχου κεκραγότος ἐπεστράφη πρὸς τὴν φωνήν, οἰόμενος μέγα τι ζῷον εἶναι. Προσμείνας δὲ μικρὸν χρόνον, ὡς ἐθεάσατο αὐτὸν ἀπὸ τῆς λίμνης ἐξελθόντα, προσελθὼν καταπάτησεν εἰπών· "Εἶτα τηλικοῦτος ὢν τηλικαῦτα βοᾷς;" Πρὸς ἄνδρα γλωσσαλγίαν οὐδὲν πλέον τοῦ λαλεῖν δυνάμενον ὁ λόγος εὔκαιρος.
Text view