Folk Tale
Ὄνος παλιούρους ἐσθίων καὶ ἀλώπηξ.
Title | Ὄνος παλιούρους ἐσθίων καὶ ἀλώπηξ. |
---|---|
Language code | grc |
Ὄνος παλιούρων ἤσθιεν ὀξείην χαίτην. Τὸν δ' εἶδεν ἀλώπηξ, κερτομοῦσα δ' εἰρήκει· Πῶς οὕτως ἁπαλῇ καὶ ἀνειμένῃ γλώσσῃ σκληρὸν μαλάσσεις προσφάγημα καὶ τρώγεις; Ὁ μῦθος πρὸς τοὺς σκληροὺς καὶ ἐπικινδύνους προφέροντας διὰ γλώσσης λόγους.
Text view