Folk Tale

Οὐρὰ καὶ μέλη ὄφεως.

TitleΟὐρὰ καὶ μέλη ὄφεως.
Language codegrc

Δράκοντος ἡ οὐρὰ τῇ κεφαλῇ ἐστασίασεν, ἀξιοῦσα ἡγεῖσθαι παρὰ μέρος καὶ μὴ διὰ πάντος ἀκολουθεῖν ἐκείνῃ. Λαβοῦσα δὲ τὴν ἡγεμονίαν ἑαυτήντε κακῶς ἀπήλλαττε ἀνοίᾳ πορευομένη καὶ τὴν κεφαλὴν κατέξαινε τυφλοῖς καὶ κωφοῖς μέρεσιν ἀναγκαζομένην παρὰ φύσιν ἕπεσθαι. Ὁ λόγος δηλοῖ ὅτι οἱ πρὸς χάριν ἅπαντα πολιτευόμενοι τοιαῦτα πάσχουσι.


Text view