Folk Tale

Ταὼς καὶ κολοιός.

TitleΤαὼς καὶ κολοιός.
Language codegrc

Τῶν ὀρνέων βουλομένων ποιῆσαι βασιλέα, ταὼς ἠξίου ἑαυτὸν χειροτονεῖσθαι βασιλέα διὰ τὸ κάλλος. Ἀρεσθέντων δὲ πάντων ἐπὶ τούτῳ τῶν ὀρνέων, κολοιὸς αὐτῷ εἶπεν· Ἀλλ' ἐάν, σοῦ βασιλεύοντος, ἀετὸς ἡμᾶς καταδιῶξαι ἐπιχειρήσῃ, πῶς ἡμῖν ἐπαρκέσεις; Ὁ λόγος δηλοῖ ὅτι ἀεὶ τοὺς δυνάστας μὴ κάλλει, ἀλλὰ φρονήσει καὶ δυνάμει δεῖ κομεῖσθαι.


Text view