Folk Tale

Ἑρμῆς καὶ τεχνῖται.

AuthorΑἴσωπος
LanguageAncient Greek
OriginGreece

Ζεὺς Ἑρμῇ προσέταξε πᾶσι τοῖς τεχνίταις ψεύδους φάρμακον χέαι. Ὁ δὲ τοῦτο τρίψας καὶ μέτρον ποιήσας ἴσον ἑκάστῳ ἐνέχει. Ἐπεὶ δέ, μόνου τοῦ σκυτέως ὑπολειφθέντος, πολὺ φάρμακον κατελείπετο, λαβὼν ὅλην τὴν χύσιν κατ' αὐτοῦ κατέχεεν. Ἐκ τούτου συνέβη τοὺς τεχνίτας πάντας ψεύδεσθαι, μάλιστα δὲ πάντων τοὺς σκυτέας. Πρὸς ἄνδρα ψευδολόγον ὁ λόγος εὔκαιρος. 


Text view