Folk Tale

Λύκοι καὶ πρόβατα καὶ κριός.

AuthorΑἴσωπος
LanguageAncient Greek
OriginGreece

Λύκοι πρέσβεις ἔστειλαν τοῖς προβάτοις εἰρήνην ποιῆσαι μετ' αὐτῶν διηνεκῇ, εἰ τοὺς κύνας λάβωσι καὶ διαφθείρωσι. Τὰ μωρὰ δὲ πρόβατα συνέθεντο τοῦτο ποιῆσαι. Ἀλλά τις γέρων κριὸς εἶπεν· "Πῶς ὑμῖν πιστεύσω καὶ συνοικήσω, ὅπου, καὶ τῶν κυνῶν φυλαττόντων με, ἀκινδύνως νέμεσθαι οὐ δυνατόν μοι;" Ὅτι οὐ δεῖ τινα ἀσφαλείας τῆς ἑαυτοῦ γυμνωθῆναι, τοῖς ἀκαταλλάκτοις ἐχθροῖς δι' ὅρκων πεισθέντα.


Text view