Folk Tale

Ὀρνιθοθήρας καὶ κορύδαλος.

AuthorΑἴσωπος
LanguageAncient Greek
OriginGreece

Ὀρνιθορήρας ὄρνισιν ἵστη παγίδας. Κορύδαλος δὲ τοῦτον πόρρωθεν ἰδὼν ἐπυνθάνετο τί ποτ' ἐργάζοιτο. Τοῦ δὲ πόλιν κτίζειν φαμένου, εἶτα δὲ πορρωτέρω ἀποχωρήσαντος καὶ κρυβέντος, ὁ κορύδαλος τοῖς τοῦ ἀνδρὸς λόγοις πιστεύσας, προσελθὼν εἰς τὸν βρόχον ἑάλω. Τοῦ δὲ ὀρνιθοθήρα ἐπιδραμόντος, ἐκεῖνος εἶπεν· Ὦ οὗτος, εἰ τοιαύτην πόλιν κτίζεις, οὐ πολλοὺς εὑρήσεις τοὺς ἐνοικοῦντας. Ὁ μῦθος δηλοῖ ὅτι τότε μάλιστα οἶκοι καὶ πόλεις ἐρημοῦνται, ὅταν οἱ προεστῶτες χαλεπαίνωσιν.


Text view