Folk Tale

Ὄφις καὶ γαλῆ καὶ μύες.

AuthorΑἴσωπος
LanguageAncient Greek
OriginGreece

Ὄφις καὶ γαλῆ ἔν τινι οἰκίᾳ ἐμάχοντο. Οἱ δὲ ἐνταῦθα μύες ἀεὶ καταναλισκόμενοι ὑπὸ ἀμφοτέρων, ὡς ἐθεάσαντο αὐτοὺς μαχομένους, ἐξῆλθον βαδίζοντες. Ἰδόντες δὲ τοὺς μύας, τότε ἀφέντες τὴν πρὸς ἑαυτοὺς μάχην, ἐπ' ἐκείνους ἐτράπησαν. Οὕτω καὶ ἐπὶ τῶν πόλεων οἱ ἐν ταῖς τῶν δημαγωγῶν στάσεσιν ἑαυτοὺς παρεισβάλλοντες λανθάνουσιν αὐτοὶ ἑκατέρων παρανάλωμα γινόμενοι. 


Text view