Folk Tale

Ἀλώπεκες <ἐπὶ τῷ Μαιάνδρῳ>.

Translations / Adaptations

Text titleLanguageAuthorPublication Date
I Vurpi no simetuSicilian__
AuthorΑἴσωπος
LanguageAncient Greek
OriginGreece

Ποτὲ ἀλώπεκες ἐπὶ τὸν Μαίανδρον ποταμὸν συνηθροίσθησαν, πιεῖν ἐξ αὐτοῦ ζέλουσαι. Διὰ δὲ τὸ ροιζηδὸν φέρεσθαι τὸ ὕδωρ, ἀλλήλας προτρεπόμεναι οὐκ ἐτόμων εἰσελθεῖν. Μιᾶς δὲ αὐτῶν διεξιούσης, ἐπὶ τῷ εὐτελίζειν τὰς λοιπὰς καὶ δειλίαν καταγελώσης, ἑαυτὴν ὡς γενναιοτέραν προκρίνασα θαρσαλέως εἰς τὸ ὕδωρ ἐπήδησεν. Τοῦ δὲ ρεύματος ταύτην εἰς μέσον κατασύραντος, καὶ τῶν λοιπῶν παρὰ τὴν ὄχθην τοῦ ποταμοῦ ἑστηκυιῶν, πρὸς αὐτὴν εἰπουσῶν: "Μὴ ἐάσῃς ἡμᾶς, ἀλλὰ στραφεῖσα ὑπόδειξον τὴν εἴσοδον δι' ἧς ἀκινδύνως δυνησόμεθα πιεῖν, " ἐκείνη ἀπαγομένη ἔλεγεν: " Ἀπόκρισιν ἔχω εἰς Μίλητον, καὶ ταύτην ἐκεῖσε ἀποκομίσαι βούλομαι: ἐν δὲ τῷ ἐπανιέναι με ὑποδείξω ὑμῖν." Πρὸς τοὺς κατὰ ἀλαζονείαν ἑαυτοῖς κίνδυνον ἐπιφέροντας.


Text view