Folk Tale

Ὄφις καὶ καρκῖνος.

AuthorΑἴσωπος
LanguageAncient Greek
OriginGreece

Ὄφις καρκίνῳ συνδιῃτᾶτο, ἑταιρείαν πρὸς αὐτὸν ποιησάμενος. Ὁ μὲν οὖν καρκῖνος ἁπλοῦς ὢν τὸν τρόπον, μεταβαλέσθαι κἀκείνῳ παρῄνει τῆς πανουργίας. Ὁ δὲ οὐδοτιοῦν ἑαυτὸν παρεῖχε πειθόμενον. Ἐπιτηρήσας δ' ὁ καρκῖνος αὐτὸν ὑπνοῦντα καὶ τοῦ φάρυγγος τῇ χηλῇ λαβόμενος καὶ ὅσον οἷόν τε πιέσας, φονεύει. Τοῦ δ' ὄφεως μετὰ θάνατον ἐκταθέντος, ἐκεῖνος εἶπεν· Οὕτως ἔδει καὶ πρόσθεν εὐθὺν καὶ ἁπλοῦν εἶναι· οὐδὲ γὰρ ἂν ταύτην τὴν δίκην ἔτισας. Ὁ μῦθος δηλοῖ ὅτι οἱ τοῖς φίλοις σὺν δόλῳ προσιόντες αὐτοὶ μᾶλλον βλάπτονται.


Text view