Folk Tale

Παιδίον ἐσθίον σπλάγχνα.

Translations / Adaptations

Text titleLanguageAuthorPublication Date
U carusu chi manciava trippaSicilian__
AuthorΑἴσωπος
LanguageAncient Greek
OriginGreece

Βοτῆρες ἐπ' ἀγρῷ θύοντες αἶγα τοὺς σύνεγγυς ἐκάλεσαν. Σὺν αὐτοῖς δὲ ἦν καὶ γυνὴ πενιχρά, μεθ' ἧς καὶ ὁ παῖς αὐτῆς. Προϊούσης δὲ τῆς εὐωχίας, τὸ παιδίον ὀγκωθὲν τὴν γαστέρα ἐκ τῶν κρεῶν, ὀδυνώμενον ἔλεγεν· Ὦ μῆτερ, τὰ σπλάγχνα ἐμῶ. Ἡ δὲ μήτηρ αὐτοῦ εἶπεν· Οὐχὶ τὰ σά, τέκνον, ἃ δὲ κατέφαγες. Ὁ μῦθος οὗτος πρὸς ἄνδρα χρεωφειλέτην, ὅστις ἑτοίμως τὰ ἀλλότρια λαμβάνων, ὅταν ἀπαιτηθῇ ταῦτα, οὕτως ἄχθεται ὥσπερ ἐὰν οἴκοθεν ταῦτα ἐδίδου.


Text view