Folk Tale

Ποιμὴν καὶ σκύλαξ.

AuthorΑἴσωπος
LanguageAncient Greek
OriginGreece

Ποιμὴν σκύλακα εἰώθει τρέφειν ἐκ τῶν θνῃσκόντων προβάτων. Καὶ δή ποτε ἐγγὺς ἀμνάδος νοσούσης ἱστάμενον εἶδε τὸν κύνα, κατηφῆ καὶ δοκοῦντα δοκρύειν, καὶ ὁμαλίζων αὐτὸν εἶπεν· Καλῶς ποιεῖς συμπαθῶν· πλὴν ἀλλὰ μὴ γένοιτο μηδὲ συμβαίη ὅπερ θέλεις. Ὅτι τοιοῦτός ἐστι πᾶς ὃς κληρονόμος ἐστὶν οὐσίας, τῷ νοσοῦντι συναλγῶν καὶ προσποιούμενος κλαίειν ὑπούλως. 


Text view