Folk Tale

Ποιμὴν καὶ λυκιδεῖς.

AuthorΑἴσωπος
LanguageAncient Greek
OriginGreece

Ποιμὴν εὑρὼν λυκίδια, ἔτρεφεν ἐπιμελῶς, οἰόμενος ὅτι μεγαλυνθέντα τηρήσουσι τὰ ἑαυτοῦ πρόβατα, ἀλλὰ καὶ ἔτι προσθήσουσιν ἁρπάζοντες ἕτερα καὶ εἰσάξουσιν ἐν τῇ αὐτοῦ μάνδρᾳ. Οἱ δὲ, ὡς ηὐξήνθησαν, πρῶτον αὐτοῦ τὴν ποίμνην διέφθειραν. Καὶ ὃς ἀναστενάξας εἶπεν· Δίκαια πέπονθα· τί φὰρ μὴ νηπίους ἀπέκτεινον; Ὁ μῦθος δηλοῖ ὅτι οἱ τοὺς πονηροὺς διασώζοντες λανθάνουσι καθ' ἑαυτῶν πρῶτον αὐτοὺς ῥωννύντες.


Text view