Folk Tale

Ὗς καὶ κύων περὶ εὐτοκίας.

AuthorΑἴσωπος
LanguageAncient Greek
OriginGreece

Ὗς καὶ κύων περὶ εὐτοκίας ἤριζον. Ἔφη δ' ἡ κύων εὔτοκος εἶναι μάλιστα πάντων τῶν πεζῶν ζώων. Καὶ ἡ ὗς ὑποτυχοῦσα πρὸς ταῦτα φησίν· Ἀλλ', ὅταν τοῦτο λέγῃς, ἴσθι ὅτι και τυφλοὺς τοὺς σαυτῆς σκύλακας τίκτεις. Ὁ μῦθος δηλοῖ ὅτι οὐκ ἐν τῷ τάχει τὰ πράγματα, ἀλλ' ἐν τῇ τελειότητι κρίνεται.


Text view