Folk Tale
Χελιδὼν κομπάζουσα καὶ κορώνη.
Author | Αἴσωπος |
---|---|
Language | Ancient Greek |
Origin | Greece |
Ἡ χελιδὼν ἔφη πρὸς τὴν κορώνην· Ἐγὼ παρθένος καὶ Ἀθηναία καὶ βασίλισσα καὶ βασιλέως τῶν Ἀθηνῶν θυγάτηρ εἰμί, καὶ προσέθηκε καὶ τὸν Τηρέα καὶ τὴν βίαν καὶ τὴν ἀποκοπὴν τῆς γλώττης. Καὶ ἡ κορώνη· Τί ἄν, ἔφη, ἐποίησας, εἰ τὴν γλῶτταν εἶχες, ὅπου, τμηθείσης, τοσαῦτα λαλεῖς; Ὅτι οἱ ἀλαζόνες διὰ τοῦ λόγου ψευδολογοῦντες αὐτοὶ ἑαυτοῖς ἔλεγχος καθίστανται.
Text view