Folk Tale

Πέρδιξ καὶ γαλῆ.

AuthorΑἴσωπος
LanguageAncient Greek
OriginGreece

Πέρδικά τις πριάμενος τρέχειν οἴκῳ ἀφῆκεν· ἡδέως γὰρ εἶχε τὸ ζῷον. Κἀκεῖνος εὐθὺς κλαγγὴν ἐξ ἔθους ἄδων πᾶσαν κατ' αὐλὴν -- ἀκριβεία τῶν -- ᾔει. Γαλῆ πρὸς αὐτὸν ἐπίβουλος ὡρμήθη, καὶ πρῶτον εἶπε· Τίς μὲν εἶ, πόθεν ἥκεις; Ἡ δέ· Ἠγόρασμαι, ἔφησεν, προσφάτως. Ἐγὼ [χρόνον] τοσοῦτον ἐνθάδε διατρίβω καὶ με ἔνδον ἔτεκεν ἡ μυοκτόνος [μήτηρ], ἀλλ' ἡσυχάζω καὶ προσέτι ἀνδύνω. Σὺ δ' ἄρτι πῶς ὠνητός, ὡς λέγεις, ἥκων, παρρησιάζῃ, φησί, καὶ κατακρώζεις; Πρόσφορος ὁ μῦθος πρὸς γέροντας εἰς τιμὴν προκριθέντας καὶ ὑπὸ τῶν αὐτῶν κατὰ φθόνον συνεγκλειομένους.


Text view