Folk Tale

Ἀνὴρ δειλὸς καὶ κόρακες.

AuthorΑἴσωπος
LanguageAncient Greek
OriginGreece

Ἀνὴρ δειλὸς ἐπὶ πόλεμον ἐξῄει. Φθεγξαμένων δὲ κοράκων, τὰ ὅπλα θεὶς ἡσχαζεν, εἶτ' ἀναλαβὼν αὖθις ἐξῄει, καὶ φθεγγομένων πάλιν, ὑπέστη καὶ τέλος εἶπεν· Ὑμεῖς κεκράξεσθε μὲν ὡς δύνασθε μέγιστον· ἐμοῦ δὲ οὐ γεύσεσθε. Ὁ μῦθος περὶ τῶν σφόδρα δειλῶν. 


Text view