Text view
Κηπουρὸς καὶ κύων.
Title | Κηπουρὸς καὶ κύων. |
---|---|
Language code | grc |
Κηπωροῦ κύων εἰς φρέαρ κατέπεσεν. Ὁ δὲ κηπωρὸς βουλόμενος αὐτὸν ἐκεῖθεν ἀνενεγκεῖν, κατῆλθε καὶ αὐτὸς εἰς τὸ φρέαρ. Οἰηθεὶς δ' ὁ κύων ὡς κατωτέρω μᾶλλον αὐτὸν παραγέγονε καταδῦσαι, τὸν κηπωρὸν στραφεὶς ἔδακεν. Ὁ δὲ μετ' ἀδύνης ἐπανιών· Δίκαια, φησί, πέπονθα· τί δήποτε γὰρ τὸν αὐτοχεῖρα σῶσαι ἐσπούδασα; Ὁ μῦθος πρὸς ἀδίκους καὶ ἀχαρίστους.