Text view

Ὄνος νομιζόμενος λέων εἶναι.

TitleὌνος νομιζόμενος λέων εἶναι.
Language codegrc

Ὄνος ἐπεθύμει λέων εἶναι δοκεῖν. Καὶ μεταθεῖναι τὴν φύσιν οὐκ ἔχων ἐπὶ τοῦ σχήματος ἀνεπλήρου τὸν πόθον, καὶ λεοντῆν περικείμενος, οἷα λέων τοὺς τῶν γεωργῶν ἐλυμαίνετο πόνους. Καὶ πνεύσας βιαιότερος ἄνεμος γυμνοῖ μὲν αὐτὸν τοῦ προκαλύμματος, φανέντα δὲ ὄνον ῥοπάλοις ἀνῄρουν ὧν τοὺς πόνους κατήσθιεν. Κόσμος ἐπείσακτος τοῖς χρωμένοις γίνεται κίνδυνος.


Download XMLDownload textStory