Text view
Πόλεμος καὶ Ὕβρις.
Author | Αἴσωπος |
---|---|
Language | Ancient Greek |
Origin | Greece |
Θεοὶ πάντες ἔγημαν ἣν ἕκαστος εἴληφεν ἐν κλήρῳ. Πόλεμος παρῆν ἐσχάτῳ κλήρῳ· Ὕβριν δὲ μόνην κατέλαβεν· ταύτης περισσῶς ἐρασθεὶς ἔγημεν. Ἐπακολουθεῖ δὲ αὐτῇ πανταχοῦ βαδιζούσῃ. Ὅτι ἔνθα ἂν προέλθῃ ὕβρις ἢ ἐν πόλει ἢ ἐν ἔθνεσι, πόλεμος καὶ μάχαι εὐθὺς μετ' αὐτὴν ἀκολουθεῖ.