Text view
Ποταμὸς καὶ βύρσα.
Title | Ποταμὸς καὶ βύρσα. |
---|---|
Language code | grc |
Ποταμὸς δι' αὐτοῦ βύρσαν βοείαν φερομένην ἰδὼν ἠρώτησε· Τίς καλῇ; Τῆς δὲ εἰπούσης· Σκληρὰ καλοῦμαι, ἐπικαχλάσας τῷ ῥεύματι εἶπεν· Ἄλλο τι ζητεῖ καλεῖσθαι· ἐγὼ γὰρ ἤδη ἁπαλήν σε ποιήσω. Ὅτι τολμηρὸν ἄνδρα καὶ αὐθάδη πολλάκις εἰς γῆν κατήγαγε συμφορὰ βίου.