Text view
Ἀλώπηξ καὶ κύων.
Title | Ἀλώπηξ καὶ κύων. |
---|---|
Language code | grc |
Ἀλώπηξ εἰς ἀγέλην προβάτον εἰσελθοῦσα, θηλαζόντων τῶα ἀρνίων ἓν ἀναλαβομέν η, προσεποιεῖτο καταφιλεῖν. Ἐρωτηθεῖσα δὲ ὑπὸ κυνὸς τί τοῦτο ποιεῖ· "τιθηνοῦμαι αὐτό, ἔφη, καὶ προσπαίζω." Καὶ ὁ κύων ἔφη· " Καὶ νῦν, ἐὰν μὴ ἀφῇς τὸ ἀρνίον ἀφ' ἑαυτῆς, τὰ κυνῶν σοι προσοίσω." Πρὸς ἄνδρα πᾳδιουργὸν καὶ μῶρον κλέπτην ὁ λόγος εὔκαιρος.