Text view
Ἀλώπηξ καὶ πίθηξ
Title | Ἀλώπηξ καὶ πίθηξ |
---|---|
Language code | grc |
Ἀλώπηξ καὶ πίθηξ ἐπὶ τὸ αὐτὸ ὡδοιπόρουν. παρερχόμενοι δὲ διά τινων μνημείων, ἔφη ὁ πίθηξ τῇ ἀλώπεκι ὡς «πάντες οἱ νεκροὶ οὗτοι ἀπελεύθεροι τῶν ἐμῶν γεννητόρων ὑπάρχουσιν.» ἡ δὲ ἀλώπηξ λέγει τῷ πίθηκι «εὐχερῶς ἐψεύσω· οὐδεὶς γὰρ τῶν ἐνταῦθα ταφέντων ἀπελέγξαι σε δύναται.» Οὗτος παριστᾷ τὸν τοὺς ψευδολόγους ὀρθῶς διελέγχονται, καὶ τοὺς προδήλως τὸ ψεύδος ἀντὶ ἀληθείας προσφέροντας.