Folk Tale
Ποταμοὶ καὶ θάλασσα
Title | Ποταμοὶ καὶ θάλασσα |
---|---|
Language code | grc |
Ποταμοὶ συνῆλθον ἐπὶ τὸ αὐτὸ καὶ τὴν θάλασσαν κατῃτιῶντο, λέγοντες αὐτῇ «διὰ τί ἡμᾶς, εἰσερχομένους ἐν τοῖς ὕδασι καὶ ὑπάρχοντας ποτίμους καὶ γλυκεῖς, ἁλμυροὺς ἀπεργάζῃ καὶ ἀπότους;» ἡ δὲ θάλασσα, ἰδοῦσα ὅτι αὐτῆς καταμέμφονται, λέγει πρὸς αὐτούς «μή ἔρχεσθε καὶ μὴ γίνεσθε ἁλμυροί.» Οὗτος παρίστησι τοὺς ἀκαίρως τινάς αἰτιωμένους καὶ παρ᾿ αὐτῶν μᾶλλον ὠφελουμένους.
Text view