Folk Tale

Λέων ἐγκάθειρκτος καὶ ἀλώπηξ

TitleΛέων ἐγκάθειρκτος καὶ ἀλώπηξ
Language codegrc

Ἀλώπηξ θεασαμένη ἐγκάθειρκτον λέοντα, καὶ τούτου στᾶσα ἐγγύς, δεινῶς αὐτὸν ὕβριζεν. ὁ δὲ λέων ἔφη πρὸς αὐτήν «οὐ σύ με καθυβρίζεις, ἀλλ᾿ ἡ προσπεσοῦσά μοι ἀτυχία.» Οὗτος δηλοῖ ὡς πολλοὶ τῶν ἐνδόξων δυσπραγίαις περιπίπτοντες ὑπὸ εὐτελῶν ἐξουθενοῦνται.


Text view