Folk Tale

Ὄφις πατούμενος

TitleὌφις πατούμενος
Language codegrc

Ὄφις τις ἕρπων παρὰ πολλῶν συνεπατεῖτο, πορευόμενος δὲ εἰς τὸ τοῦ Ἀπόλλωνος εἰδωλεῖον εἰσελήλυθεν. ὁ δὲ Ἀπόλλων εὐθὺς ἔφη πρὸς αὐτόν «εἰ ὤλεσάς γε τὸν πρῶτόν σε συμπατήσαντα, οὐδεὶς ἂν τῶν ἑτέρων κατατετόλμηκέ σου.» Οὗτος δηλοῖ ὡς οἱ προλαβόντως σφαλέντες εἴπερ εὐθὺς σωφρονίζοιντο, οἱ ἕτεροι δι᾿ ἐκείνων κατάφοβοι γίνονται.


Text view