Folk Tale

Κύνες λέοντος δορὰν σπαράττοντες

TitleΚύνες λέοντος δορὰν σπαράττοντες
Language codegrc

Λέοντος δορὰν κύνες εὑρόντες διεσπάραττον ταύτην. τούτοις δὲ ἀλώπηξ ἰδοῦσα ἔφη «εἰ οὗτος ὁ λέων τοῖς ζῶσι συνῆν, εἴδετε ἂν τοὺς αὐτοῦ ὄνυχας ἰσχυροτέρους τῶν ὑμετέρων ὀδόντων.» Οὗτος δηλοῖ πρὸς τοὺς τῶν ἐνδόξων καταφρονοῦντας, ὅταν τῆς ἀρχῆς καὶ δόξης ἐκπίπτωσι.


Text view