Folk Tale
Γυνὴ καὶ ὄρνις
Title | Γυνὴ καὶ ὄρνις |
---|---|
Language code | grc |
Γυνή τις χήρα ὄρνιν ἐκέκτητο ἓν ᾠὸν αὐτῇ καθ᾿ ἑκάστην ἡμέραν τίκτουσαν, ἣν καὶ δαψιλῶς διέτρεφεν ἡ γυνή, δοκοῦσα ὡς τοῖς πλείοσι σιτίοις δύο ἔσται γεννῶσα ᾠά. ἡ δὲ ὅρνις ὑπὸ τῆς πλησμονῆς ἐμβριθὴς γενομένη οὐδὲ τὸ ἓν ᾠὸν γεννᾶν, ὡς τὸ πρότερον, ἠδύνατο. Οὗτος δηλοῖ ὡς οἱ τῶν πλειόνων ὀρεγόμενοι καὶ τῶν ἐν χερσὶν ὀλίγων στερίσκονται.
Text view