Folk Tale

Ταὼς καὶ κόραξ

TitleΤαὼς καὶ κόραξ
Language codegrc

Ποτὲ τῶν πτηνῶν εἰς κοινὴν βουλὴν ἐπὶ τὸ αὐτὸ συνελθόντων, ἕκαστον αὐτῶν, τίνι τῶν ἄλλων ἐφαρμόζει τὸ βασιλεύειν, πρὸς ἀλλήλους ἐβουλεύοντο. ὁ δὲ ταὼς ἔφη τοῖς λοιποῖς ὡς «ἔμοιγε μᾶλλον προσήκει ἡ βασιλεία, ἅτε κάλλει καὶ ὡραιότητι σεμνυνομένῳ.» τῶν δὲ ἑτέρων πτηνῶν ἐπαρεσθέντων τῷ ταῶνι, παρελθὼν εἰς μέσον ὁ κόραξ ἀντέφησεν· «ἐὰν σὺ τὴν βασιλείαν παραλάβῃς, ἆρά γε, τοῦ ἀετοῦ ἡμῖν επερχομένου, δύνασαι ἡμᾶς τῆς ἐκείνου ἐξελέσθαι προσβολῆς;» Οὗτος δηλοῖ ὡς τὸ βασιλεύ ειν οὐ τοῖς κάλλει φαιδρυνομένοις ἁρμόττει, ἀλλὰ τοῖς ῥωμαλέοις καὶ γενναιότητι διαπρέπουσιν.


Text view