Folk Tale

Κορυδαλός.

AuthorΑἴσωπος
LanguageAncient Greek
OriginGreece

Κορυδαλὸς εἰς πάγην ἁλοὺς θρηνῶν ἔλεγεν· "Οἴμοι τῷ ταλαιπώρῳ καὶ δυστήνῳ πτηνῷ· οὐ χρυσὸν ἐνοσφισάμην τινός, οὐκ ἄργυρον, οὐκ ἄλλο τι τῶν τιμίων· κόκκος δὲ σίτου μικρὸς τὸν θάνατόν μοι προὐξένησεν." Ὁ μῦθος πρὸς τοὺς διὰ κέρδος εὐτελὲς μέγαν ὑφισταμένους κίνδυνον.


Text view