Folk Tale

Κύκνος καὶ δεσπότης.

AuthorΑἴσωπος
LanguageAncient Greek
OriginGreece

Τοὺς κύκνους φασὶ παρὰ τὸν θάνατον ᾄδειν. Καὶ δή τις περιτυχὼν κύκνῳ πωλουμένῳ καὶ ἀκούσας ὅτι εὐμελέστατόν ἐστι ζῷον, ἠγόρασε. Καὶ ἔχων ποτὲ συνδείπνους προσελθὼν παρεκάλει αὐτὸν ᾆσαι ἐν τῷ πότῳ. Τοῦ δὲ τότε μὲν ἡσυχάζοντος, ὕστερον δέ ποτε, ὡς ἐνόησεν ὅτι ἀποθνῄσκειν ἔμελλεν, ἑαυτὸν θρηνοῦντος, ὁ δεσπότης αὐτοῦ ἀκούσας ἔφη· "Ἀλλ' εἰ σὺ οὐκ ἄλλως ᾄδεις, ἐὰν μὴ ἀποθνῄσκῃς, ἐγὼ μάταιος ἦν, ὃς τότε σε παρεκαλουν, ἀλλ' οὐκ ἔθυον." Οὕτως ἔνιοι τῶν ἀνθρώπων, ἅ μὴ ἐκόντες χαρίσασθαι βούλονται, ταῦτα ἄκοντες ἐπιτελοῦσιν.


Text view