Folk Tale

Λέων λυσσῶν καὶ ἔλαφος.

AuthorΑἴσωπος
LanguageAncient Greek
OriginGreece

Λέων ἐλύσσα. Τοῦτον δὲ ἔλαφος ἐξ ὕλης ἰδὼν εἶπεν· "Οὐαὶ ἡμῖν τοῖς ταλαι πώροις· τί γὰρ μαινόμενος οὗτος οὐχὶ ποιήσει, ὃς καὶ σωφρονῶν οὐκ ἦν ἡμῖν φορητός;" Ὅτι τοὺς θυμώδεις ἄνδρας καὶ ἀδικεῖν εἰθισμένους πάντες φευγέτωσαν ἀρχὴν λαβόντας καὶ δυναστεύσαντας.


Text view