Folk Tale

Ξύλα καὶ ἐλαία.

AuthorΑἴσωπος
LanguageAncient Greek
OriginGreece

Ξύλα ποτὲ ἐπορεύθη τοῦ χειροτονῆσαι ἐφ' ἑαυτῶν βασιλέα καὶ εἶπαν τῇ ἐλαίᾳ· Βασίλευσον ἐφ' ἡμῶν. Καὶ εἶπεν αὐτοῖς ἡ ἐλαία· Ἀφεῖσα τὴν πιότητά μου ἣν ἐδόξασεν ἐν ἐμοὶ ὁ θεὸς καὶ οἱ ἄνθρωποι, πορευθῶ ἄρχειν τῶν ξύλων; Καὶ εἶπαν τὰ ξύλα τῇ συκῇ· Δεῦρο, βασίλευσον ἐφ' ἡμῶν. Καὶ εἶπεν αὐτὴ ἡ συκῆ· Ἀφεῖσα τὴν γλυκύτητά μου καὶ τὸ γέννημά μου τὸ ἀγαθόν, πορευθῶ τοῦ ἄρχειν τῶν ξύλων; Καὶ εἶπαν τὰ ξύλα πρὸς τὴν ῥάμνον· Δεῦρο, βασίλευσον ἐφ' ἡμῶν. Καὶ εἶπεν ἡ ῥαμνος πρὸς τὰ ξύλα· Εἰ ἐν ἀληθείᾳ ὑμεῖς χρίετέ με εἰς βασιλέα ἐφ' ὑμῶν, δεῦτε ὑπόστητε ἐν τῇ σκέπῃ μου· καὶ εἰ μή, ἐξέλθοι πῦρ ἐκ τῆς ῥάμνον καὶ καταφάγοι τὰς κέδρους τοῦ Λιβάνου.


Text view