Folk Tale

Βωταλὶς καὶ νυκτερίς.

AuthorΑἴσωπος
LanguageAncient Greek
OriginGreece

Βωταλὶς ἀπό τινος θυρίδος κρεμαμένη νυκτὸς ᾖδε. Νυκτερὶς δὲ ἐξήκουσε αὐτῆς τὴν φωνὴν καὶ προσελθοῦσα ἐπυνθάνετο ἀπ' αὐτῆς τὴν αἰτίαν δι' ἣν ἡμέρας μὲν ἡσυχάζει, νύκτωρ δὲ ᾄδει. Τῆς δὲ λεγούσης ὡς οὐ μάτην τοῦτο πράττει· ἡμέρας γάρ ποτε ᾄδουσα συνελήφθη, διὸ ἀπ' ἐκείνου ἐσωφρονίσθη, ἡ νυκτερὶς εἶπεν· Ἀλλ' οὐ νῦν σε δεῖ φυλάττεσθαι, ὅτε οὐδὲν ὄφελός ἐστι, τότε δὲ πρὶν ἢ συλληφθῆναι. Ὁ λόγος δηλοῖ ὅτι ἐπὶ τοῖς ἀτυχήμασι μετάνοια ἀνωφελὴς καθέστηκεν. 


Text view