Folk Tale

Αἴξ καὶ αἰγοβοσκός

AuthorΒαβρίας
LanguageAncient Greek
OriginGreece

Αἶγάς ποτ' αἰγοβοσκὸς ἀνεκάλει χρῄζων ἐπὶ σηκὸν ἄξειν· χαἰ μὲν ἦλθον, αἳ δ' οὔπω μιῆς δ' ἀπειθοῦς ἐν φάραγγι τρωγούσης κόμην γλυκεῖαν ἀγίλου τε καὶ σχίνου, τὸ κέρας κατῆξε μακρόθεν λίθῳ πλήξας. τὴν δ' ἱκέτευε· "μή, χίμαιρα συνδούλη, πρὸς τοῦ σε Πανός, ὃς νάπας ἐποπτεύει, τῷ δεσπότῃ, χίμαιρα, μή με μηνύσῃς· ἄκων γὰρ ηὐστόχησα τὸν λίθον ῥίψας." ἡ δ' εἶπε "καὶ πῶς ἔργον ἐμφανὲς κρύψω; τὸ κέρας κέκραγε, κἂν ἐγὼ σιωπήσω."


Text view