Folk Tale

Λύκος καὶ ἐρωδιός

AuthorΒαβρίας
ATU76
LanguageAncient Greek
OriginGreece

Λύκῳ ποτ' ὀστοῦν φάρυγος ἐντὸς ἠρείσθη· ἐρῳδιῷ δὲ μισθὸν ἄξιον δώσειν ἔταξε, τὸν τράχηλον εἰ καθιμήσας ἀνελκύσειε καὶ πόνων ἄκος δοίη. ὁ δ' ἑλκύσας τὸν μισθὸν εὐθέως ᾔτει. κἀκεῖνος αὐτῷ κάρχαρόν τι μειδήσας, "σοὶ μισθὸς ἀρκεῖ" φησί "τῶν ἰατρέων κεφαλὴν λυκείου στόματος ἐξελεῖν σώην." Κακοῖς βοηθῶν μισθὸν ἀγαθὸν οὐ λήψῃ, ἀλλ' ἀρκέσει σοι μή τι καὶ κακὸν πάσχειν.


Text view