Folk Tale

Βάτραχος ἰατρός καὶ ἀλώπηξ

AuthorΒαβρίας
LanguageAncient Greek
OriginGreece

Ὁ τελμάτων ἔνοικος ὁ σκιῇ χαίρων, ὁ ζῶν ὀρυκτοῖς βάτραχος παρ' αὐρίποις, εἰς γῆν παρελθὼν ἔλεγε πᾶσι τοῖς ζώοις· "ἰατρός εἰμι φαρμάκων ἐπιστήμων, οἵων ταχ' οὐδεὶς οἶδεν, οὐδ' ὁ Παιήων, ὃς Ὄλυμπον οἰκεῖ καὶ θεοὺς ἰατρεύει." "καὶ πῶς" ἀλώπηξ εἶπεν "ἄλλον ἰήσῃ, ὃς σαυτὸν οὕτω χλωρὸν ὄντα μὴ σώζεις;"


Text view