Folk Tale

Ἄνθρωπος πένης καὶ θάνατος

AuthorSyntipas
LanguageAncient Greek
OriginGreece

Ἄνθρωπός τις ἦν πένης, ὃς καὶ ξύλων γόμον ἐπὶ τῶν νώτων ἐβάσταζε, κατὰ δὲ τὴν ὁδοιπορίαν ἰλιγγιάσας ἐκαθέσθη καὶ τὸν γόμον κατέθετο καὶ τὸν Θάνατον οἰκτρῶς ἐνεκαλεὶτο, λέγων «ὦ Θάνατε.» αὐτίκα γοῦν ὁ Θάνατος ἔφθασε καὶ πρὸς αὐτὸν ἔφη «τίνος χάριν ἐκάλεσάς με;» λέγει πρὸς αὐτὸν ὁ ἀνὴρ «ἵνα τὸν γόμον ἀπὸ τῆς γῆς συνεξάρῃς μοι.» Οὗτος δηλοῖ ὅτι πάντες ἄνθρωποι φιλόζῳοι τυγχάνουσιν, εἰ καὶ θλίψεσι καὶ ἀνάγκαις συνέχονται.


Text view