Folk Tale

Ἀλέκτορες δύο καὶ ἀετός

AuthorSyntipas
LanguageAncient Greek
OriginGreece

Δύο ἀλέκτορες ἀλλήλοις ἐμάχοντο. καὶ ὁ μὲν εἷς ἡττηθεὶς τόπῷ τινὶ ἐν παραβύστῳ ἀπεκρύβη, ὁ δὲ ἕτερος, τὴν νίκην ἀράμενος, ἐφ᾿ ὑψηλοῦ τινος ἕστηκε δωματίου τὰ μεγάλα φρυαττόμενος καὶ τῇ νίκῃ ἐγκαυχώμενος, ἕως ἀετὸς καταπτὰς τοῦτον ἐκεῖθεν ἀνήρπασεν. Οὗτος δηλοῖ ὡς οὐ χρῄ τινα ἐπ᾿ εὐτυχίᾳ καὶ δυνάμει μέγα φρονεῖν καὶ ἀφρόνως σοβαρεύεσθαι.


Text view