Folk Tale

Κόραξ ἀετὸν μιμούμενος

AuthorSyntipas
LanguageAncient Greek
OriginGreece

Κόραξ ἀετὸν ἐθεάσατο ἄρνα τῆς ποίμνης ἀφαρπάζοντα καὶ ἠθέλησε δῆθεν τοῦτον ἐκμιμήσασθαι. ἰδὼν δὲ ἐν τῇ ποίμνῃ κριόν, ἐπειράθη τοῦτον ἁπράσαι. τῶν δέ ὀνύχων αὐτοῦ τῷ τοῦ κριοῦ συσχεθέντων ἐρίῳ, φθάσας ὁ ποιμνήν, καὶ τοῦτον πλήξας, ἀπέκτεινεν. Οὗτος δηλοῖ ὡς ἀνίσχυρος ἀνήρ, τῷ δυνατωτέρῳ ἑαυτοῦ ἀφομοιοὺσθαι πειρώμενος, οὐ μόνον ἀσθενὴς εἶναι καὶ ἀφελὴς ἀπελέγχεται, ἀλλὰ καὶ κακῶς ἐξ ἀφροσύνης ἀποθνῄσκει.


Text view