Folk Tale

Λαγωὸς ἐν φρέατι καὶ ἀλώπηξ

AuthorSyntipas
LanguageAncient Greek
OriginGreece

Λαγωός τις ἐδίψα καὶ ἐν φρέατι κατῆλθε τοῦ ὕδωρ πιεῖν, ἀφ᾿ οὗ καὶ ἡ δέως πολὺ ἐπεπώκει. ὅτε δὲ ἐκεῖθεν ἀνελθεῖν ἔμελλεν ἀμηχανίᾳ συνεσχέθη περὶ τὴν ἄνοδον, καὶ τὰ μέγιστα ηθύμει. ἀλώπηξ δὲ ἐλθοῦσα κἀκεῖσε τοῦτον εὑροῦσα ἔφη πρὸς αὐτόν «μεγάλως ὄντως ἐσφάλης· πρότερον γὰρ ὤφειλες βουλεύσασθαι πῶς ἔσται σοι τοῦ φρέατος ἀνελθεῖν, εἶθ᾿ οὕτως ἐν αὐτῷ κατελθεῖν.» Οὗτος ἐλέγχει τοὺς αὐτοβούλως πράττοντας καὶ μὴ συμβουλευομένους.


Text view