Folk Tale

Ταῦρος, λέαινα καὶ σύαγρος

AuthorSyntipas
LanguageAncient Greek
OriginGreece

Ταῦρος εὑρηκὼς κοιμώμενον λέοντα, τοῦτον κερατίσας ἀπέκτεινεν. ἐπιστᾶσα δὲ ἡ ἐκείνου μήτηρ πικρῶς αὐτὸν ἀπεκλαίετο. ἰδὼν δὲ αὐτὴν σύαγρος ὀλοφυρομένην, μακρόθεν ἑστὼς ἔφη πρὸς αὐτήν «ὦ πόσοι ἄρα τυγχάνουσιν ἄνθροποι θρηνοῦντες, ὧν τὰ τέκνα ὑμεῖς ἀπεκτείνατε.» Οὗτος δηλοῖ ὅτι ἐν ᾧ μέτρῳ μετρεῖ τις ἀντιμετρηθήσεται αὐτῷ.


Text view