Folk Tale

Ποιμὴν καὶ λέων

AuthorSyntipas
LanguageAncient Greek
OriginGreece

Ποιμήν τις ἀπολέσας ἓν τῶν προβάτων ἐδεήθη τοῦ θεοῦ συνθήκας ποιούμενος ὡς εἴ γε τοῦτο ἐφεύροι, ἕτερον ὑπὲρ αὐτοῦ εἰς θυσίαν προσάξει. περιερχόμενος δὲ ὁρᾷ τὸ αὐτὸ πρόβατον ὑπὸ λέοντος βιβρωσκόμενον, καὶ τοῦτο ἰδὼν ἐν ἑαυτῷ ἔλεγεν ὡς «εἰ μόνον τὸν τοῦ θηρίου διαδράσαιμι κίνδυνον, καὶ ἕτερον πρόβατον εἰς λύτρου δῶρον προσενέγκοιμι.» Οὗτος δηλοῖ ὡς τὴν ἰδίαν ζωὴν πάντες ἄθρωποι παντὸς κέρδους καὶ πλούτου προτιμοτέραν ἔχουσιν.


Text view