Folk Tale

Ἔλαφος ἐπὶ νάματι καὶ θηρευταί

AuthorSyntipas
ATU77
LanguageAncient Greek
OriginGreece

Ἔλαφός τις διψῶσα κατῆλθεν ἐπί τινα πηγὴν τοῦ ὕδωρ πιεῖν. ἰδοῦσα δὲ ἐν τῷ ὕδατι τὸ τοῦ ἰδίου σώματος ὁμοίωμα, τῇ μὲν τῶν ποδῶν λεπτότητι ἀπηρέσκετο, τῇ δὲ τῶν κεράτων μορφῇ ἐπετέρπετο. ἄφνω δέ τινες ἐφίστανται θηρευταὶ καὶ ταύτην ἐδίωκον. καὶ καθ᾿ ὅσον μὲν ἐπὶ τῆς πεδιάδος ἔτρεχε τῶν διωκόντων ὑπερεγίνετο, φθάσασα δὲ εἰς ἕλος ἀπροσδοκήτως εἰσελθεῖν, τῶν αὐτῆς κεράτων τοῖς κλάδοις συμπλακέντων, ὑπὸ τῶν διωκόντων καταλαμβάνεται καὶ στενάξασα ἔφη «οἴμοι τῇ ταλαιπώρῳ, ὅτι ἐφ᾿ οἷς ἀπηρεσκόμην ὑπ᾿ αὐτῶν μᾶλλον διεσῳζόμην, οἷς δὲ ἐνεκαυχώμην, ὑπ᾿ αὐτῶν δὴ καὶ ἀπόλλυμαι.» Οὗτος δηλοῖ ὡς οὐ χρή τινα τῶν ἐν ἑαυτῷ ἐπαινεῖν, εἰ μὴ τὰ εὔχρηστα καὶ ἐπωφελῆ.


Text view