Folk Tale

Ἔλαφος νοσοῦσα

AuthorSyntipas
LanguageAncient Greek
OriginGreece

Ἔλαφος νόσῳ περιπεσοῦσα ἐπί τινος τόπου πεδινοῦ κατακέκλιτο. τινὰ δὲ τῶν θηρίων εἰς θέαν αὐτῆς ἐλθόντα τὴν παρακειμένην τῇ ἐλάφῳ νομὴν κατεβοσκήθησαν· εἶτα ἐκείνη τῆς νόσου ἀπαλλαγεῖσα τῇ ἐνδείᾳ δεινῶς κατετρύχετο, καὶ τῇ νομῇ τὸ ζῆν προσαπώλεσεν. Οὗτος δηλοῖ ὡς οἱ περιττοὺς καὶ ἀνονήτους κτώμενοι φίλους ἀντὶ κέρδους ὑπ᾿ αὐτῶν ζημίαν μᾶλλον ὑφίστανται.


Text view