Folk Tale

Ὄρνις χρυσοτόκος

AuthorSyntipas
LanguageAncient Greek
OriginGreece

Ἀνήρ τις ὄρνιν ἐκέκτητο χρυσοῦν ᾠόν καθ᾿ ἑκάστην αὐτῷ τίκτουσαν. ὁ δὲ μὴ τῷ καθημερινῷ ἐκείνῳ ἐπαρκούμενος κέρδει, ἀλλ᾿ ἀφρόνως τοῦ πλείονος ὀρεγόμενος, τὴν ὄρνιν κατέθυσεν· ἐδόκει γὰρ ἐν τοῖς ἐγκάτοις αὐτῆς θησαυρῷ τινι ἐντυχεῖν. καὶ μηδὲν ὅλως ἐφευρὼν καθ᾿ ἑαυτὸν ἔλεξεν ὡς «ἐλπίδι θησαυροῦ ἐπερειδόμενος, καὶ τοῦ ἐν χερσὶ κέρδους ἐξέπεσον.» Οὗτος δηλοῖ ὡς οἱ πολλοί, τῶν πλειόνων ὀρεγόμενοι, καὶ τῶν ὀλίγων ἐκπίπτουσι.


Text view