Folk Tale

Ὄναγρος καὶ ὄνος

AuthorSyntipas
LanguageAncient Greek
OriginGreece

Ὄναγρος ὄνον ἰδὼν βαρὺν γόμον ἐπαγόμενον, καὶ τὴν δουλείαν αὐτῷ ἐπονειδίζων, ἔλεγεν «εὐτυχὴς ὄντως ἐγώ, ὅτι ζῶν ἐλευθέρως καὶ διάγων ἀκόπως αὐτοσχέδιον καὶ τὴν νομὴν εν τοῖς ὄρεσι κέκτημαι· σὺ δὲ δι᾿ ἄλλου τρέφῃ, καὶ δουλείαις καὶ πληγαῖς καθυποβάλλῃ διηνεκῶς.» συνέβη γοῦν αὐθωρὸν λέοντά τινα φανῆναι καὶ τῷ μὲν ὄνῳ μὴ προσπελὰσαι, ὡς συνόντος αὐτῳ τοῦ ὀνηλάτου, τῷ δὲ ὀνάγρῳ, μεμονωμένῳ τυγχὰνοντι, σφοδρῶς ἐπελθεῖν καὶ αὐτὸν θέσθαι κατάβρωμα. Οὑτος δηλοῖ ὡς οἱ ἀνυπότακτοι καὶ σκληροτράχηλοι, τῇ αὐτοβουλίᾳ φερόμενοι καὶ βοηθείας τινὸς μὴ δεόμενοι, αὐθωρὸν πτῶμα γίνονται.


Text view