Folk Tale

Συκῆ καὶ ἐλαία

AuthorSyntipas
LanguageAncient Greek
OriginGreece

Συκῆ τις, ὥρᾳ χειμῶνος τὰ ἑαυτῆς ἀποβαλοῦσα φύλλα, ὑπό τινος ἐλαίας πλησιαζούσης τὴν γύμνωσιν ὠνειδίζετο, λεγούσης ὡς «ἐγὼ καὶ χειμῶνος καὶ θέρους τοῖς φύλλοις μου κεκαλλώπισμαι καὶ ἀείφυλλος πέφυκα, σὺ δὲ μόνῳ τῷ θὲρει πρόσκαιρον ἔχεις τὸ κάλλος.» οὕτω δὲ αὐτῆς καυχωμένης, κεραυνὸς ἄφνω θωόθεν κατηνέχθη καὶ ταύτην κατέφλεξε· τῆς δὲ συκῆς τὸ παράπαν οὐχ ἥψατο. Οὕτως οἱ τῷ πλούτῳ καὶ τῇ τύχῃ ἐγκαυχώμενοι ἐξαίσιον πτῶμα ὑφίστανται.


Text view