Folk Tale

Κύων καὶ μακελλεύς

AuthorSyntipas
LanguageAncient Greek
OriginGreece

Κύων ἐν μακελλίῳ εἰσελθὼν καρδίας βρῶμα ἐκεῖθεν ἀφήρπασεν. ὁ δέ γε μακελλεὺς ἐπιστραφεὶς ἔλεγεν αὐτῷ «οὐ καρδίαν ἥρπασας, ἀλλὰ καρδίαν ἐνέθου μοι· εἰ γὰρ αὖθις ἐνταῦθα εἰσέλθῃς, ἐγώ σοι τὰ τῆς ἁρπαγῆς ἐπιδείξω ἐπίχειρα.» Οὗτος δηλοῖ ὡς ἐν τῷ παθεῖν τις ἐπισπᾶται τὸ μαθεῖν καὶ προσεκτικῶς ἔχειν.


Text view