Folk Tale

Κηπουρὸς καὶ κύων

AuthorSyntipas
LanguageAncient Greek
OriginGreece

Κύων κηπουροῦ τινος εἰς φρέαρ ἐμπέπτωκεν. ὁ δὲ κηπουρὸς κατελθὼν αὐτὸν ἐκεῖθεν ἀνελκύσαι, δεινῶς ὑπ᾿ αὐτοῦ ἐδήχθη, δόξαντος μᾶλλον τὸν ἄνδρα βούλεσθαι αὐτὸν ἐπὶ πλέον καταβυθίσαι τῷ ὕδατι. ὁ δὲ κηπουρὸς ὑπὸ τοῦ κυνὸς δηχθεὶς «δικαίως,» ἔφη, «πέπονθα, ὅτι σὲ τοῦ φρέατος ἐκβαλεῖν ἐσπουδακὼς χαλεπῶς μᾶλλον ὑπὸ σοῦ τετραυμάτισμαι.» Οὗτος δηλοῖ κατὰ τῶν ἀχαρίστων καὶ ἀγνωμόνων ἐλέγχους.


Text view